Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.19 Dem. 20.23 (English) >>Dem. 20.25

20.21ὅρα δʼ οὑτωσί. εἰσὶ τῶν ξένων ἀτελεῖςδέκα θήσω· καὶ μὰ τοὺς θεούς, ὅπερ εἶπον ἀρτίως, οὐκ οἶμαι πέντʼ εἶναι. καὶ μὴν τῶν γε πολιτῶν οὐκ εἰσὶ <πλείους > πέντʼ ἕξ. οὐκοῦν ἀμφοτέρων ἑκκαίδεκα. ποιήσωμεν αὐτοὺς εἴκοσιν, εἰ δὲ βούλεσθε, τριάκοντα. πόσοι δή ποτʼ εἰσὶν οἱ κατʼ ἐνιαυτὸν τὰς ἐγκυκλίους λῃτουργίας λῃτουργοῦντες, χορηγοὶ καὶ γυμνασίαρχοι καὶ ἑστιάτορες; ἑξήκοντʼ ἴσως μικρῷ πλείους σύμπαντες οὗτοι. 20.22ἵνʼ οὖν τριάκοντʼ ἄνθρωποι πλείους παρὰ πάντα τὸν χρόνον λῃτουργήσωσιν ἡμῖν, τοὺς ἅπαντας ἀπίστως πρὸς ἡμᾶς αὐτοὺς διαθῶμεν; ἀλλʼ ἴσμεν ἐκεῖνο δήπου, ὅτι λῃτουργήσουσιν μέν, ἄνπερ πόλις , πολλοὶ καὶ οὐκ ἐπιλείψουσιν, εὖ δὲ ποιεῖν ἡμᾶς οὐδεὶς ἐθελήσει, τοὺς πρότερον ποιήσαντας ἐὰν ἠδικημένους ἴδῃ. 20.23εἶεν. εἰ δὲ δὴ τὰ μάλιστʼ ἐπέλειπον οἱ χορηγεῖν οἷοί τε, πρὸς Διὸς πότερον κρεῖττον ἦν εἰς συντέλειαν ἀγαγεῖν τὰς χορηγίας ὥσπερ τὰς τριηραρχίας, τοὺς εὐεργέτας ἀφελέσθαι τὰ δοθέντα; ἐγὼ μὲν ἐκεῖνʼ οἶμαι. νῦν μέν γε τὸν χρόνον, ὃν ἂν τούτων ἕκαστος λῃτουργῇ, δίδωσι τὴν ἀνάπαυσιν αὐτοῖς μόνον, μετὰ ταῦτα δʼ οὐδὲν ἔλαττον ἕκαστος αὐτῶν ἀναλώσει· τότε δʼ ἄν, μικρᾶς συντελείας ἀπὸ τῶν ὑπαρχόντων ἑκάστῳ γιγνομένης, οὐδὲν ἔπασχε δεινὸν οὐδείς, οὐδʼ εἰ πάνυ μικρὰ κεκτημένος ἦν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.19 Dem. 20.23 (English) >>Dem. 20.25

Powered by PhiloLogic